Septante (AT)
1 Esdras 2:25
25τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας.
Contexte de 1 Esdras 2:25
23νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν 24καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι. τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. 26καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ιερουσαλημ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.
Lire 1 Esdras 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org