Septante (AT)

1 Esdras 2:15

15ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται.

Contexte de 1 Esdras 2:15

13Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ραουμος ὁ τὰ προσπίπτοντα καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ· 14καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι οἱ Ιουδαῖοι ἀναβάντες παρ ὑμῶν πρὸς ἡμᾶς, ἐλθόντες εἰς Ιερουσαλημ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται. ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. 16καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις· 17καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.

Lire 1 Esdras 2 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org