Septante (AT)
1 Esdras 1:37
37Ἐτῶν δὲ ἦν εἴκοσι πέντε Ιωακιμ, ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου.
Contexte de 1 Esdras 1:37
35καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτοῦ, βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ. 36καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας, Ζαριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου. Ἐτῶν δὲ ἦν εἴκοσι πέντε Ιωακιμ, ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου. 38ἐπ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα. 39καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
Lire 1 Esdras 1 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org