Septante (AT)

1 Esdras 1:30

30καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν, καὶ ἐθρήνησεν Ιερεμιας ὁ προφήτης ὑπὲρ Ιωσιου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ.

Contexte de 1 Esdras 1:30

28καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως, 29καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ. καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν, καὶ ἐθρήνησεν Ιερεμιας ὁ προφήτης ὑπὲρ Ιωσιου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ. 31ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας· καὶ τὸ καθ ἓν πραχθὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου, τά τε προπραχθέντα ὑπ αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα. 32Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν.

Lire 1 Esdras 1 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org